Skip to main content

Παρακλητικὸς κανὼν εἰς τὴν ὑπεραγίαν Θεοτόκον τὴν θαυματουργὸν Ξενιὰν καὶ οἱ Χαιρετισμοὶ
( Διαθέσιμος και σε μορφή pdf εδώ )

Ἀντὶ Προλόγου

Ἡ εἰκόνα τῆς Παναγίας Ξενιᾶς, τὸ πολύτιμο αὐτὸ θησαύρισμα τῆς ὁμωνύμου γυναικείας ἱερᾶς μονῆς, τὸ σέμνωμα καὶ καύχημα τῆς ἱερᾶς μητροπόλεως Δημητριάδος, ἀποτελεῖ τὴν προστασία καὶ καταφυγὴ πλήθους προσκυνητῶν τῆς πατρίδος μας, καὶ κατὰ τὰ τελευταῖα ἔτη πολλῶν ὁμοδόξων ἀδελφῶν μας ἀπὸ τὶς χῶρες τῶν Βαλκανίων.

Ἡ εἰκόνα τῆς Παναγίας, ἡ ὁποία «χάριν ἀναβλύζει» καὶ τόσα θαυμαστὰ σημεῖα ἐπιτελεῖ καθημερινῶς, εἶναι αὐτὴ ποὺ προστάτευσε τὴν ἀδελφότητα καὶ ὅλους τοὺς κατοίκους τῆς περιοχῆς τοῦ Ἁλμυροῦ, ὥστε δὲν ὑπῆρξε οὐδεμία ἀπώλεια κατὰ τὸν φοβερὸ τοπικὸ σεισμό, παρ᾽ ὅλες τὶς ὑλικὲς ζημιὲς καὶ τὴν ὁλοσχερῆ καταστροφὴ τῆς ἱερᾶς μονῆς.

Χάρις εἰς τὴν εὐγνωμοσύνη, τὴν ἀγάπη καὶ τὸν σεβασμὸ τοῦ πιστοῦ λαοῦ, καὶ μὲ τὶς εὐλογίες τοῦ σεβασμιωτάτου μητροπολίτου Δημητριάδος κ.κ. Ἰγνατίου, ἀφοῦ ὁλοκληρώθησαν οἱ ἐγκαταστάσεις τῆς νέας ἱερᾶς μονῆς, ἀναστήθηκε κυριολεκτικὰ μέσα ἀπὸ τὰ ἐρείπια ἡ κατεστραμμένη ἱερὰ μονή, ἡ ὁποία εὐελπιστοῦμε ὅτι μὲ τὴ βοήθεια τοῦ Θεοῦ σὲ μερικὰ χρόνια θὰ ἀποκτήση τὴν παλαιά της αἴγλη.

Εἰς ἔνδειξι εὐχαριστίας πρὸς ὅλους τοὺς προσκυνητές, οἱ ὁποῖοι ψάλλοντας τὴν Παράκλησι τῆς Παναγίας θὰ εὑρίσκουν παρηγοριὰ καὶ ἀνακούφισι καὶ δύναμι διὰ νὰ ἀνταπεξέρχονται εἰς τοὺς πειρασμοὺς τῆς ζωῆς, ἡ ἀδελφότητα τῆς ἱερᾶς μονῆς προβαίνει εἰς τὴν ἐπανέκδοσι τοῦ Παρακλητικοῦ κανόνος τῆς Παναγίας Ξενιᾶς, ποίημα τοῦ μεγάλου ὑμνογράφου ἁγίου Γερασίμου Μικραγιαννανίτου, καὶ εὔχεται κάθε εὐλογία εἰς ὅσους συνετέλεσαν εἰς αὐτὴν τὴ νέα ἔκδοσι.

Ν.Μ.

Ἀπολυτίκιον

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Εἰκών σου ἡ πάνσεπτος, ἣν Παναγίαν Ξενιὰν καλοῦμεν, πανύμνητε, τῶν εὐσεβῶν τὰς ψυχὰς ξενίζει τοῖς θαύμασι· χάριν γὰρ ἀναβλύζει καὶ ἰάματα πλεῖστα πᾶσι τοῖς προσιοῦσι καὶ πιστῶς ἐκβοῶσι· Χαῖρε, Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Παρακλητικὸς κανών

Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν.

Ψαλμὸς ΡΜΒ´ (142).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοι ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὰ παρόντα τροπάρια. Ἦχος δ´. Ὁ ὑψωθείς.

Τῇ θαυμαστῇ σου καὶ ἁγίᾳ εἰκόνι, ἥν περ Ξενιάν, Θεοκυῆτορ, καλοῦμεν, προσπίπτοντες βοῶμέν σοι ἐκ βάθους ψυχῆς· δέξαι τὰς φωνὰς ἡμῶν συμπαθῶς, Θεοτόκε, καὶ ἁπάντων πλήρωσον τὰ αἰτήματα, Κόρη· σὺ γὰρ προστάτις καὶ καταφυγὴ ἡμῶν ὑπάρχεις ὡς Μήτηρ τοῦ Κτίσαντος.

Δόξα. Τὸ αὐτό. Καί νῦν.

Τῇ μυστικῇ ἐπισκιάσει σου, Κόρη, χαριτωθεῖσα ἡ ἁγία εἰκών σου, βλυστάνει τὰ ἰάματα ἑκάστοτε· κρήνη γὰρ χρηστότητος Θετταλοῖς ἀνεδείχθη καὶ θερμὸν προσφύγιον τοῖς ἐν τῇ Μαγνησίᾳ· διό, Ξενιὰ Παρθένε, τὰ πολλὰ ἐν εὐλαβείᾳ κηρύττομεν θαύματα.

Ψαλμὸς Ν´ (50).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος.

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Λέγομεν δὲ εἰς τὰ τροπάρια στίχον Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς, εἰς δὲ τὰ δύο τελευταῖα ἑκάστης ᾠδῆς τὸ Δόξα Πατρὶ καὶ τὸ Καὶ νῦν.

Σημείωσις: Οἱ εἱρμοὶ τοῦ κανόνος δὲν ψάλλονται εἰς τὴν ἀκολουθίαν τῆς Παρακλήσεως, ἀλλὰ μόνον ὅταν ὁ κανὼν ψάλληται εἰς τὸν Ὄρθρον εἰς μνήμας ἁγίων.
Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὁ εἱρμός.

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηρὰν καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Τροπάρια.

Ξενιᾶς τῇ εἰκόνι τῇ θαυμαστῇ προσπέσωμεν πάντες ἐκβοῶντες ἀπὸ ψυχῆς, ἡμῶν τὰς αἰτήσεις πλήρου, Κόρη, ὡς τοῦ ἐλέους πηγὴ ἀνεξάντλητος.
Ἑῴας κατῆρεν ὑπερφυῶς διὰ τῆς θαλάσσης ἡ εἰκών σου ἡ ἱερά, καὶ θάλασσαν θείων χαρισμάτων ἡμῖν βλυστάνει, Ξενιά, τοῖς ἱκέταις σου.
Ναμάτων ἀΰλων, ζωοποιῶν, Ξενιὰ Θεοτόκε, ἀναβλύζουσα γλυκασμόν, ἐξαίρεις παθῶν πᾶσαν πικρίαν καὶ κατευφραίνεις ψυχὰς τῶν ὑμνούντων σε.
Ἱλέῳ ἐν ὄμματι συμπαθῶς ἐπίβλεψον, Κόρη, τοὺς ἑστῶτας πανευλαβῶς τῇ θείᾳ εἰκόνι σου καὶ δίδου τῶν αἰτημάτων αὐτῶν τὴν ἐκπλήρωσιν.

ᾨδὴ γ´. Ὁ εἱρμός.

Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια.

Ἀπὸ πάσης ἀνάγκης καὶ συμφορᾶς λύτρωσαι, καὶ πολυειδῶν συμπτωμάτων καὶ περιστάσεων, τοὺς καταφεύγοντας τῇ θαυμαστῇ σου εἰκόνι, καὶ ὑμνοῦντας, ἄχραντε, τὰ μεγαλεῖά σου.
Παθημάτων καὶ νόσων καὶ χαλεπῶν θλίψεων θᾶττον Μαγνησία λυτροῦται τῇ ἀντιλήψει σου· ὅθεν κηρύττει σου, Κόρη Ξενιὰ Θεοτόκε, τὰ τῆς προστασίας σου θεῖα δωρήματα.
Ἀσθενοῦντας ἰᾶται, ῥῶσιν ἀεὶ νέμουσα τοῖς κεκακωμένοις, Παρθένε, πόνοις καὶ θλίψεσι, χάρις ἡ ἄφθονος τῆς ἱερᾶς σου εἰκόνος, ἣν λαμπρῶς ἐδόξασας ἐπισκιάσει σου.
Ῥύου πάσης ἀνάγκης, Κόρη Ξενιὰ Δέσποινα, τοὺς ἁπανταχόθεν ἐν πίστει ἀπαύστως σπεύδοντας τῇ σῇ ἁγίᾳ μονῇ, καὶ δίδου πᾶσι, Παρθένε, ἴασιν καὶ λύτρωσιν καὶ θεῖον ἔλεος.
Διάσωσον, Κόρη Ξενιὰ πανύμνητε Θεοτόκε, πάσης βλάβης καὶ συμφορῶν καὶ κακώσεων τοὺς προσκυνοῦντας ἐν πίστει τὴν σὴν εἰκόνα.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα μνημονεύει ὁ ἱερεύς, δι᾽ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε, ἐλέησον τρὶς εἰς ἑκάστην δέησιν.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τῆς καθηγουμένης τῆς ἁγίας μονῆς ταύτης (δείνας) μοναχῆς καὶ τῆς συνοδείας αὐτῆς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, καὶ τῶν εὐεργετῶν, δωρητῶν, συνδρομητῶν, ἀφιερωτῶν καὶ προσκυνητῶν τῆς ἁγίας μονῆς ταύτης, καὶ τῶν δούλων αὐτοῦ (καὶ μνημονεύει τῶν ὀνομάτων ὑπὲρ ὧν τελείται ἡ ἱερὰ παράκλησις), τῶν ἐπιτελούντων τὴν ἱερὰν παράκλησιν ταύτην.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.

Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον.

Κάθισμα. Ἦχος β´. Τὰ ἄνω ζητῶν.

Προστάτις ἡμῶν καὶ μέγα καταφύγιον, Παρθένε Ξενιά, καὶ ἔφορος ὑπάρχουσα, μὴ παύσῃ ἀεὶ νέμουσα τῶν χαρίτων τῶν σῶν τὴν χρηστότητα τοῖς ἀδιστάκτῳ καρδίᾳ, ἁγνή, τῇ θείᾳ συρρέουσιν εἰκόνι σου.

ᾨδὴ δ´. Ὁ εἱρμός.

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον· κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου τὴν θεότητα.

Τροπάρια.

Θεσσαλία κηρύττει σου ἅμα σὺν Εὐβοίᾳ, Κόρη, τὰ θαύματα, ἐξαιρέτως Μαγνησία δὲ ἐντρυφᾷ, Παρθένε, τῆς εὐνοίας σου.
Ἐκ πυρὸς ὡς διέσωσας, Κόρη, τὴν εἰκόνα σου τὴν ὑπέρτιμον, οὕτω σβέσον ἱκετεύομεν, τῶν παθῶν ἡμῶν, ἁγνή, τοὺς ἄνθρακας.
Νοσημάτων ἀπάλλαξον καὶ λυμαντικῶν κινδύνων καὶ θλίψεων, ὦ Ξενιὰ Παρθένε ἄχραντε, τοὺς τῇ σῇ εἰκόνι καταφεύγοντας.
Ἐγκαυχᾶται τῇ δόξῃ σου πᾶσα Μαγνησία, Ξενιὰ πανύμνητε, ὡς πολύτιμον θησαύρισμα τὴν σεπτὴν εἰκόνα σου πλουτίσασα.

ᾨδὴ ε´. Ὁ εἱρμός.

Φώτισον ἡμᾶς τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ τὴν σὴν εἰρήνην παράσχου ἡμῖν, φιλάνθρωπε.

Τροπάρια.

Σκέπασον, ἁγνή, ἀπὸ πάσης περιστάσεως τὴν ἁγίαν σου μονὴν καὶ συνοχῆς, τὴν προσπίπτουσαν ἐν πίστει τῇ εἰκόνι σου.
Ὕμνοις ἱεροῖς τῶν θαυμάτων σου τὸ μέγεθος μεγαλύνοντες, Ξενιά, πανευλαβῶς τὴν θερμὴν κηδεμονίαν σου αἰτούμεθα.
Ἦκε θαυμαστῶς ἐξ Ἑῴας ἡμῖν, ἄχραντε, ἡ εἰκών σου ὥσπερ θεῖος θησαυρός, καὶ πλουτίζει ἐσαεὶ ἡμᾶς τοῖς θαύμασι.
Μῆτερ τοῦ Θεοῦ, Μαγνητῶν τὸ ἀγαλλίαμα καὶ τῆς θείας σου μονῆς καταφυγή, μὴ ἐλλίπῃς προστατεύειν ἡμῶν πάντοτε.

ᾨδὴ ϛ´. Ὁ εἱρμός.

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Τροπάρια.

Ὡς ἔσωσας λοιμωδῶν, Κόρη, νόσων τοὺς προστρέξαντας τῇ θείᾳ σου σκέπῃ, καὶ τῆς πληγῆς τῆς ἀκρίδος ἐρρύσω τοὺς τὴν θερμὴν ἀρωγήν σου ζητήσαντας, οὕτως ἀπάλλαξον ἡμᾶς, Θεοτόκε Ξενιά, πάσης θλίψεως.
Ναόν σου καὶ τὴν ἁγίαν μονήν σου, ἔνθα ἵδρυται ἡ θεία εἰκών σου, οἷα εὐώδη λειμῶνα εἰργάσω, τῶν πολλαπλῶν θαυμασίων σου, Δέσποινα· ὅθεν ὀσμῇ τῇ μυστικῇ δυσωδίας παθῶν ἡμᾶς λύτρωσαι.
Σωτῆρα παντὸς τοῦ κόσμου τεκοῦσα σωτηρία τῶν ἀνθρώπων ἐδείχθης, Θεοκυῆτορ Ξενιὰ Παναγία· ὅθεν ἡμῖν τοῖς προσπίπτουσιν, ἄχραντε, εἰκόνι σου τῇ ἱερᾷ σωστικὴν ἀρωγὴν ἀεὶ βράβευε.
Κυμάτων τῶν ψυχοφθόρων τοῦ βίου ἀσινεῖς ἡμᾶς διάσῳζε, Κόρη, καί καθοδήγει τῇ σῇ κυβερνήσει πρὸς τὸν λιμένα τοῦ θείου θελήματος· σοὶ γὰρ προστρέχομεν πιστῶς ἐξαιτοῦντες ταχεῖαν βοήθειαν.
Διάσωσον, Κόρη Ξενιὰ πανύμνητε Θεοτόκε, πάσης βλάβης καὶ συμφορῶν καὶ κακώσεων τοὺς προσκυνοῦντας ἐν πίστει τὴν σὴν εἰκόνα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Ὁ ἱερεὺς μνημονεύει ὡς δεδήλωται. Μετὰ δὲ τὴν ἐκφώνησιν·

Κοντάκιον. Ἦχος β´.

Τῇ ὑπερτίμῳ εἰκόνι σου, ἄχραντε, σὺν Εὐβοεῦσιν οἱ Μάγνητες γάννυνται, καὶ Θεσσαλία πᾶσα προστρέχουσα ὑμνολογεῖ σου, Ξενιά, τὰ θαυμάσια· σὺ γὰρ πάντων πέλεις προσφύγιον.
Εἶτα τὸ α´ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ´ ἤχου.

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾽ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου. (Δίς.)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (Δίς.)
Δόξα.

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν.

Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Καὶ εὐθὺς τὸ προκείμενον.

Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ὁ ἱερεύς· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός· Κύριε, ἐλέησον (γ´).
Ὁ ἱερεύς· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κατὰ Λουκᾶν (1, 39-49· 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθῃ Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιοv τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκοv αὐτῆς.

Δόξα. Ἦχος β´.

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Πλοῦτον ἀναφαίρετον ἡ Μαγνησία, Παρθένε, ἔχει τὴν εἰκόνα σου, ἥτις Ξενιὰ κέκληται προσφυέστατα· δαψιλῶς βρύει γὰρ ξένων θαυμασίων τὰς δυνάμεις, διασῴζουσα παθῶν καὶ θλίψεων τοὺς εἰλικρινῶς ταύτῃ σπεύδοντας, καὶ νόσους ἀπελαύνουσα καὶ χαρᾶς πληροῦσα ἑκάστοτε, Κόρη Παναγία, τοὺς πίστει ἀδιστάκτῳ τὴν θερμὴν κηδεμονίαν κηρύττοντας τὴν περὶ τὴν ποίμνην σου.

Ὁ ἱερεύς·

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Οἱ χοροὶ τὸ Κύριε, ἐλέησον τετράκις ἀνὰ γ´.

Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.

ᾨδὴ ζ´. Ὁ εἱρμός.

Οἱ ἐκ τῆς Ἰουδαίας καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτὲ τῇ πίστει τῆς Τριάδος τὴν φλόγα τῆς καμίνου κατεπάτησαν ψάλλοντες· Ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τροπάρια.

Ἐπομβρίζουσα πᾶσι τὴν πολλήν, Θεοτόκε, κηδεμονίαν σου, ἐρρύσω ἀνομβρίας καὶ ὑετὸν παρέσχες τοῖς κραυγάζουσιν, ἄχραντε· Ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ποταμὸν χαρισμάτων ἀναβλύζουσα, Κόρη, ἐκ τῆς εἰκόνος σου, λυτροῦσαι νοσημάτων καὶ πάσης καχεξίας τοὺς βοῶντας ἑκάστοτε· Ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ἡ πλουσία σου χάρις τῇ σεπτῇ σου εἰκόνι ἐπιφοιτήσασα σβεννύει νοσημάτων τοὺς ἄνθρακας, Παρθένε, καὶ δροσίζει ἑκάστοτε δρόσῳ τῶν σῶν οἰκτιρμῶν ἡμᾶς, Θεοκυῆτορ.
Γενοῦ σκέπη καὶ τεῖχος, τῇ ἁγίᾳ μονῇ σου, Ξενιὰ πανάχραντε, παρέχουσα τὰς δόσεις τῆς σῆς λαμπρᾶς προνοίας τοῖς ἐν πίστει κραυγάζουσι· Χαῖρε, Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.

ᾨδὴ η´. Ὁ εἱρμός.

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν ἀγγέλων, ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Ἐκ τῆς Ἑῴας διὰ θαλάσσης ἀφῖκται ἡ ἁγία σου εἰκὼν ἡμῖν, Παρθένε, καὶ παρέχει πᾶσιν σωτηριώδη χάριν.
Ῥῶσιν σωμάτων καὶ τῶν ψυχῶν ἡμῖν δίδου τοῖς προστρέχουσι, Ξενιὰ Θεογεννῆτορ, τῇ θαυματοβρύτῳ καὶ θείᾳ σου εἰκόνι.
Ἀγαλλιᾶται ἡ Μαγνησία, Παρθένε, ἐξαιρέτως δὲ ὁ Ἁλμυρὸς καὶ Βόλος, τῇ θαυματοβρύτῳ καὶ θείᾳ σου εἰκόνι.
Σκέπασον, Κόρη, ἐκ τῶν βελῶν τοῦ Βελίαρ τὴν ἁγίαν σου μονήν, Θεοκυῆτορ, τὴν ἐγκαυχωμένην τῇ θείᾳ σου εἰκόνι.

ᾨδὴ θ´. Ὁ εἱρμός.

Κυρίως Θεοτόκον σὲ ὁμολογοῦμεν οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες.
Τροπάρια.
Ἰδοὺ ἡ Θεσσαλία πᾶσα, Θεοτόκε, τῇ ἱερᾷ σου εἰκόνι προσπίπτουσα ὑμνολογεῖ καὶ γεραίρει τὰ σὰ θαυμάσια.
Μονήν σου τὴν ἁγίαν φύλαττε, Παρθένε, οἷά περ μήτηρ φιλόστοργος πάντοτε, καὶ δίδου ταύτῃ ἀπαύστως τὴν εὐλογίαν σου.
Οὐράνωσον τὸν νοῦν μου, Κόρη Θεοτόκε, ἀνευφημοῦντος, Ξενιά τὰ σὰ θαύματα καὶ τῷ φωτὶ τῆς σῆς δόξης τοῦτον καταύγασον.
Ὑμνοῦντές σου τὴν χάριν, Ξενιὰ Παναγία, ἐν ταπεινώσει ψυχῆς ἐκβοῶμέν σοι· ἡμῶν μὴ παύσῃ, πανύμνητε, προστατεύουσα.
Καὶ εὐθὺς ψάλλομεν τὸ Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια. Καὶ θυμιᾷ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν λαόν, ἢ τὸν οἶκον, ὅπου ψάλλεται ἡ παράκλησις.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἦκε παραδόξως ἡ σὴ εἰκὼν ἐν τῇ Μαγνησίᾳ ὡς θησαύρισμα ἱερόν, ἣν Ξενιὰν καλοῦμεν τοῖς ξένοις θαυμασίοις, Παρθένε Θεοτόκε, καὶ μεγαλύνομεν.
Χαίρει ἡ μονή σου ἡ ἱερὰ ἔχουσα ἐν κόλποις τὴν εἰκόνα σου τὴν σεπτήν, ἣν Ξενιὰν καλοῦμεν, τῇ κλήσει βεβαιοῦντες τὰ πράγματα, Παρθένε, καὶ μεγαλύνομεν.
Σέσωσται εἰκών σου ἡ θαυμαστὴ ἐκ τοῦ ὀλεθρίου παραδόξως πάλαι πυρός, καὶ ὡς θεῖον γέρας ἐδόθη, Θεοτόκε, ταύτῃ τῇ θείᾳ μάνδρᾳ ὑμνολογούσῃ σε.
Ὡς πληγῆς ἀκρίδος ὑπερφυῶς ἐρρύσω, Παρθένε, τῇ θερμῇ σου ἐπισκοπῇ, καὶ λοιμώδους νόσου ἔσωσας τοὺς σοὺς δούλους, οὕτω, Ξενιά, ἀπαύστως ἡμᾶς διάσῳζε.
Χαίρει Μαγνησία πνευματικῶς, Ξενιὰ Παναγία, τῇ εἰκόνι σου τῇ σεπτῇ, καὶ σὺν τῇ Εὐβοίᾳ ὁμοῦ καὶ ἡ Φθιῶτις, ὑμνοῦσι τὰ πολλά σου, Κόρη, θαυμάσια.
Φύλαττε καὶ σκέπε τὴν σὴν μονὴν ἀπὸ πάσης βλάβης καὶ τὸν Βόλον καὶ Ἁλμυρὸν καὶ τὴν Θεσσαλίαν καὶ πᾶσαν τὴν Ἑλλάδα, Ξενιὰ Θεοκυῆτορ· σὲ μεγαλύνομεν.
Χάριν ἀναβλύζει διηνεκῆ, Ξενιὰ Παναγία, ἡ εἰκών σου ἡ θαυμαστή, ᾗ μετ᾽ εὐλαβείας προσπίπτοντες, Παρθένε, λυτρούμεθα κινδύνων καὶ περιστάσεων.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα, καὶ νῦν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ τροπάρια ταῦτα.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾽ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ὁ ἱερεύς·

Ἐλέησον ἡμᾶς, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τῆς καθηγουμένης τῆς ἁγίας μονῆς ταύτης (δείνας) μοναχῆς καὶ τῆς συνοδείας αὐτῆς.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, καὶ τῶν εὐεργετῶν, δωρητῶν, συνδρομητῶν, ἀφιερωτῶν καὶ προσκυνητῶν τῆς ἁγίας μονῆς ταύτης, καὶ τῶν δούλων αὐτοῦ (καὶ μνημονεύει τῶν ὀνομάτων ὑπὲρ ὧν τελείται ἡ ἱερὰ παράκλησις), τῶν ἐπιτελούντων τὴν ἱερὰν παράκλησιν ταύτην.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν μονὴν ταύτην καὶ πᾶσαν μονήν, πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· καὶ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾽ ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.
Οἱ χοροὶ τὸ Κύριε, ἐλέησον μ´ (τετράκις ἀνὰ ι´) καὶ αὖθις ἐκ τρίτου·
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός· Κύριε, ἐλέησον γ´.
Ὁ δὲ ἱερεὺς εὔχεται μεγαλοφώνως·

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Καὶ ποιεῖ τὴν μικρὰν ἀπόλυσιν.

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Μετ᾽ αὐτὴν δέ, ἐν ὅσῳ οἱ ἀδελφοὶ ἀσπάζονται τὴν εἰκόνα τῆς Θεοτόκου, ψάλλονται τὰ παρόντα τροπάρια.

Ἀπολυτίκιον

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Εἰκών σου ἡ πάνσεπτος, ἣν Παναγίαν Ξενιὰν καλοῦμεν, πανύμνητε, τῶν εὐσεβῶν τὰς ψυχὰς ξενίζει τοῖς θαύμασι· χάριν γὰρ ἀναβλύζει καὶ ἰάματα πλεῖστα πᾶσι τοῖς προσιοῦσι καὶ πιστῶς ἐκβοῶσι· Χαῖρε, Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προσπίπτοντας πιστῶς τῇ σῇ παναγίᾳ εἰκόνι, Ξενιὰ πανύμνητε, ῥῦσαι πάσης θλίψεως καὶ περιστάσεως, ἐκπληροῦσα πᾶν αἴτημα τῶν ἐν κατανύξει προσιόντων, ἄχραντε, καὶ δεομένων σου· δίδου δὲ τῇ θείᾳ μονῇ σου καὶ τῇ Μαγνησίᾳ ἁπάσῃ τῆς σῆς προστασίας τὰ δωρήματα.

Ἦχος πλ. δ´.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β´.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Καὶ στραφεὶς πρὸς τὴν εἰκόνα τοῦ Χριστοῦ ὁ ἱερεύς ἐπιλέγει·

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὁ χορὸς καὶ σύμπας ὁ λαός· Ἀμήν.

Δίστιχον

Ξενιὰ ὑπερύμνητε, δεδοξασμένη,
Γερασίμου πρόσδεξαι τὴν ἱκεσίαν.

Οἱ Χαιρετισμοὶ τῆς Θεοτόκου

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

ΣΤΑΣΙΣ Α´.

Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε· (ἐκ γ´) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι᾽ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾽ ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι᾽ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾽ ἧς βρεφουργεῖται ὁ Κτίστης·

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων·

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι· πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις· χαῖρε, σιγῇ δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε δι᾽ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν.
Χαῖρε, τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα· χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

Ἀλληλούϊα.

Ἔχουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε· καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν, ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη·

Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Β´.

Ἤκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον·
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι᾽ ἧς ἐγυμνώθη ὁ ᾅδης· χαῖρε, δι᾽ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾽ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν, αὐτῷ βοῶντες·

Ἀλληλούϊα.

Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·

Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾽ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν, κράζων·

Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Γ´.

Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ Κτίστης ἡμῖν τοῖς ὑπ᾽ αὐτοῦ γενομένοις, ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾽ οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκῦσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας·

Ἀλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι᾽ ἧς ἐλύθη παράβασις· χαῖρε, δι᾽ ἧς ἠνοίχθη παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι᾽ ἡμᾶς ἐφάνη καθ᾽ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·

Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Δ´.

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής, ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδὰς ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν·

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι᾽ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, ἁγία ἁγίων μείζων.
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι᾽ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δι᾽ ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον· (ἐκ γ΄) δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας· καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς συμβοῶντας·

Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ´.

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε. Ἀλλ᾽ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.